Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.139.2 | Hdt. 3.140.4 (English) | >>Hdt. 3.142.2 |
3.140.2 ἀγγέλλει ταῦτα ἀκούσας ὁ πυλουρὸς τῷ βασιλέι · ὁ δὲ θωμάσας λέγει πρὸς αὐτόν · “καὶ τίς ἐστὶ Ἑλλήνων εὐεργέτης τῷ ἐγὼ προαιδεῦμαι , νεωστὶ μὲν τὴν ἀρχὴν ἔχων ; ἀναβέβηκε δʼ ἤ τις ἢ οὐδείς κω παρʼ ἡμέας αὐτῶν , ἔχω δὲ χρέος εἰπεῖν οὐδὲν ἀνδρὸς Ἕλληνος . ὅμως δὲ αὐτὸν παράγετε ἔσω , ἵνα εἰδέω τί θέλων λέγει ταῦτα .”
3.140.3 παρῆγε ὁ πυλουρὸς τὸν Συλοσῶντα , στάντα δὲ ἐς μέσον εἰρώτων οἱ ἑρμηνέες τίς τε εἴη καὶ τί ποιήσας εὐεργέτης φησὶ εἶναι βασιλέος . εἶπε ὦν ὁ Συλοσῶν πάντα τὰ περὶ τὴν χλανίδα γενόμενα , καὶ ὡς αὐτὸς εἴη κεῖνος ὁ δούς .
3.140.4 ἀμείβεται πρὸς ταῦτα Δαρεῖος · “ὦ γενναιότατε ἀνδρῶν , σὺ κεῖνος εἶς ὃς ἐμοὶ οὐδεμίαν ἔχοντί κω δύναμιν ἔδωκας εἰ καὶ σμικρά , ἀλλʼ ὦν ἴση γε ἡ χάρις ὁμοίως ὡς εἰ νῦν κοθέν τι μέγα λάβοιμι · ἀντʼ ὧν τοι χρυσὸν καὶ ἄργυρον ἄπλετον δίδωμι , ὡς μή κοτέ τοι μεταμελήσῃ Δαρεῖον τὸν Ὑστάσπεος εὖ ποιήσαντι .” λέγει πρὸς ταῦτα ὁ Συλοσῶν ·
3.140.5 “ἐμοὶ μήτε χρυσὸν ὦ βασιλεῦ μήτε ἄργυρον δίδου , ἀλλʼ ἀνασωσάμενός μοι δὸς τὴν πατρίδα Σάμον , τὴν νῦν ἀδελφεοῦ τοῦ ἐμοῦ Πολυκράτεος ἀποθανόντος ὑπὸ Ὀροίτεω ἔχει δοῦλος ἡμέτερος · ταύτην μοι δὸς ἄνευ τε φόνου καὶ ἐξανδραποδίσιος .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.139.2 | Hdt. 3.140.4 (English) | >>Hdt. 3.142.2 |